Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.407 Joseph. AJ 15.412 (English) >>Joseph. AJ 15.416

15.410

Ἐν δὲ τοῖς ἑσπερίοις μέρεσιν τοῦ περιβόλου πύλαι τέτταρες ἐφέστασαν, μὲν εἰς τὰ βασίλεια τείνουσα τῆς ἐν μέσῳ φάραγγος εἰς δίοδον ἀπειλημμένης, αἱ δύο δὲ εἰς τὸ προάστειον, λοιπὴ δʼ εἰς τὴν ἄλλην πόλιν βαθμίσιν πολλαῖς κάτω τε εἰς τὴν φάραγγα διειλημμένη καὶ ἀπὸ ταύτης ἄνω πάλιν ἐπὶ τὴν πρόσβασιν· ἄντικρυς γὰρ πόλις ἔκειτο τοῦ ἱεροῦ θεατροειδὴς οὖσα περιεχομένη βαθείᾳ φάραγγι κατὰ πᾶν τὸ νότιον κλίμα. 15.411τὸ δὲ τέταρτον αὐτοῦ μέτωπον τὸ πρὸς μεσημβρίαν εἶχε μὲν καὶ αὐτὸ πύλας κατὰ μέσον, ἐπʼ αὐτοῦ δὲ τὴν βασίλειον στοὰν τριπλῆν κατὰ μῆκος διιοῦσαν ἀπὸ τῆς ἑῴας φάραγγος ἐπὶ τὴν ἑσπέριον· οὐ γὰρ ἦν ἐκτεῖναι προσωτέρω δυνατόν. 15.412ἔργον δʼ ἦν ἀξιαφηγητότατον τῶν ὑφʼ ἡλίῳ· μεγάλου γὰρ ὄντος τοῦ τῆς φάραγγος ἀναλήμματος καὶ οὐδʼ ἀνεκτοῦ κατιδεῖν, εἴ τις ἄνωθεν εἰς τὸν βυθὸν εἰσκύπτοι, παμμέγεθες ὕψος ἐν αὐτῷ τὸ τῆς στοᾶς ἀνέστηκεν, ὡς εἴ τις ἀπʼ ἄκρου τοῦ ταύτης τέγους ἄμφω συντιθεὶς τὰ βάθη διοπτεύοι, σκοτοδινιᾶν οὐκ ἐξικνουμένης τῆς ὄψεως εἰς ἀμέτρητον τὸν βυθόν. 15.413κίονες δʼ ἐφέστασαν κατʼ ἀντίστοιχον ἀλλήλοις ἐπὶ μῆκος τέτραχα, συνεδέδετο γὰρ τέταρτος στοῖχος λιθοδομήτῳ τείχει, καὶ πάχος ἦν ἑκάστου κίονος εἰς τρεῖς ἐπισυναπτόντων ἀλλήλοις τὰς ὀργυιὰς περιλαβεῖν, μῆκος δὲ ποδῶν ἑπτὰ καὶ εἴκοσι διπλῆς σπείρας ὑπειλημένης.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.407 Joseph. AJ 15.412 (English) >>Joseph. AJ 15.416

Powered by PhiloLogic